Activity

  • admin posted an update 7 years, 6 months ago

    Ἐπὶ σοὶ χαίρει, Κεχαριτωμένη – Π. Νεοχωρίτης

    Ἐπὶ σοὶ χαίρει, Κεχαριτωμένη, πᾶσα ἡ κτίσις.
    Ἀγγέλων τὸ σύστημα καὶ ἀνθρώπων τὸ γένος,
    ἡγιασμένε ναὲ καὶ παράδεισε λογικέ,
    παρθενικὸν καύχημα, ἐξ ἧς Θεός ἐσαρκώθη
    καὶ παιδίον γέγονεν, ὁ πρὸ αἰώνων ὑπάρχων Θεὸς ἡμῶν·
    τὴν γὰρ σὴν μήτραν θρόνον ἐποίησε,
    καὶ τὴν σὴν γαστέρα πλατυτέραν οὐρανῶν ἀπειργάσατο.
    Ἐπὶ σοὶ χαίρει, Κεχαριτωμένη, πᾶσα ἡ κτίσις
    δόξα σοι.

PC Knowledge sharetank

Skip to toolbar